Πέμπτη 7 Σεπτεμβρίου 2017

από Θεοτοκάριον αγ.Νεκταρίου

Ὑμνοῦμέν Σε παρθένε ἁγνή Θεοκυῆτορ
δι’ ἧς τό θεῖον κάλλος ἀνέτειλε τῷ κόσμῳκαὶ 

πόθῳ γλυκυτάτῳ, κόρη, Σὲ εὐλογοῦμεν.

Γλώσσῃ ἱερωτάτῃ καί χείλεσι ἁγίοις
καρδίᾳ ἁγνευούσῃ ψυχῇ καθαρωτάτῃ
ὁμολογοῦμεν πάντες ἁγνήν Θεοῦ μητέρα.

Φλόγα τήν βάτῳ πάλαι ὁ νομοδότης βλέπων
μὴ πυρπολοῦσαν, κόρη, τόν τύπον κατενόει
τοῦ τόκου Σου τοῦ θείου, ἁγνή Θεοκυῆτορ.

Εὐλογημένη Χαῖρε, Θεογεννῆτορ κόρη,
ὡς ἀληθῶς τῆς πάλαι ἀρᾶς ἠλευθερώθη
τό γένος τῶν ἀνθρώπων
τῷ τόκῳ Σου Παρθένε,

Σῆς συμπαθείας, κόρη, ἀξίωσον βοῶ Σοι,
ἡ μόνη ἀπορρήτως κυήσασα τὸν Λόγον
καί σῶσον σαῖς πρεσβείαις
τούς πίστει Σέ ὑμνοῦντας.


Σύ μόνη ἀνεδείχθης, Παρθένε Θεοτόκε,
ἀφθόρως Θεομῆτορ Θεόν, γάρ ἀπορρήτως
νηδύι συλλαβοῦσα ἀπέτεκες τῷ κόσμῳ.

Καταφυγή καί σκέπη πιστῶν καί προστασία,
θερμή ἱκετηρία, ταχεῖα μεσιτεία,
τούς Σέ πιστῶς τιμῶντας Σύ φρούρει, Παναγία.

Ὕμνος μθ΄, Θεοτοκάριον, Ἁγίου Νεκταρίου (Κεφαλᾶ), Μητροπολίτου Πενταπόλεως, Καστέλλιον 1967


Θεοτοκάριον αγ.Νικοδήμου σε pdf με δυνατότητα ανάκτησης

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου